More cards in this set

Card 6

Front

Ἀπολλόδωρος δὲ καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ οὐδὲν ἐπαύετο δακρύων, καὶ δὴ καὶ τότε ἀναβρυχησάμενος κλάων καὶ ἀγανακτῶν οὐδένα ὅντινα οὐ κατέκλασε τῶν παρόντων πλήν γε αὐτοῦ Σωκράτους. 87

Back

Preview of the front of card 6

Card 7

Front

ἐκεῖνος δέ, ‘οἷα,’ ἔφη, ‘ποιεῖτε, ὦ θαυμάσιοι.

Back

Preview of the front of card 7

Card 8

Front

ἐγὼ μέντοι οὐχ ἥκιστα τούτου ἕνεκα τὰς γυναῖκας ἀπέπεμψα, ἵνα μὴ τοιαῦτα πλημμελοῖεν: 90

Back

Preview of the front of card 8

Card 9

Front

καὶ γὰρ ἀκήκοα ὅτι ἐν εὐφημίᾳ χρὴ τελευτᾶν. ἀλλ᾽ ἡσυχίαν τε ἄγετε καὶ καρτερεῖτε.’ 91

Back

Preview of the front of card 9

Card 10

Front

καὶ ἡμεῖς ἀκούσαντες ᾐσχύνθημέν τε καὶ ἐπέσχομεν τοῦ δακρύειν.

Back

Preview of the front of card 10

Card 11

Front

ὁ δὲ περιελθών, ἐπειδή οἱ βαρύνεσθαι ἔφη τὰ σκέλη, κατεκλίνη ὕπτιος—οὕτω γὰρ ἐκέλευεν ὁ ἄνθρωπος— καὶ ἅμα ἐφαπτόμενος αὐτοῦ οὗτος ὁ δοὺς τὸ φάρμακον,

Back

Preview of the front of card 11

Card 12

Front

διαλιπὼν χρόνον ἐπεσκόπει τοὺς πόδας καὶ τὰ σκέλη, κἄπειτα σφόδρα πιέσας αὐτοῦ τὸν πόδα ἤρετο εἰ αἰσθάνοιτο,

Back

Preview of the front of card 12

Card 13

Front

ὁ δ᾽ ‘οὐκ’ ἔφη.

Back

Preview of the front of card 13

Card 14

Front

καὶ μετὰ τοῦτο αὖθις τὰς κνήμας: καὶ ἐπανιὼν οὕτως ἡμῖν ἐπεδείκνυτο ὅτι ψύχοιτό τε καὶ πήγνυτο.

Back

Preview of the front of card 14

Card 15

Front

καὶ αὐτὸς ἥπτετο καὶ εἶπεν ὅτι, ἐπειδὰν πρὸς τῇ καρδίᾳ γένηται αὐτῷ, τότε οἰχήσεται.

Back

Preview of the front of card 15
View more cards