More cards in this set

Card 6

Front

καὶ ταῦτα δράσασ᾽ ἥλιόν τε προσβλέπεις καὶ γαῖαν, ἔργον τλᾶσα δυσσεβέστατον;

Back

Preview of the front of card 6

Card 7

Front

ὄλοι᾽. ἐγὼ δὲ νῦν φρονῶ, τότ᾽ οὐ φρονῶν, ὅτ᾽ ἐκ δόμων σε βαρβάρου τ᾽ ἀπὸ χθονὸς Ἕλλην᾽ ἐς οἶκον ἠγόμην, κακὸν μέγα, πατρός τε καὶ γῆς προδότιν ἥ σ᾽ ἐθρέψατο.

Back

Preview of the front of card 7

Card 8

Front

τὸν σὸν δ᾽ ἀλάστορ᾽ εἰς ἔμ᾽ ἔσκηψαν θεοί: κτανοῦσα γὰρ δὴ σὸν κάσιν παρέστιον τὸ καλλίπρῳρον εἰσέβης Ἀργοῦς σκάφος.

Back

Preview of the front of card 8

Card 9

Front

ἤρξω μὲν ἐκ τοιῶνδε: νυμφευθεῖσα δὲ παρ᾽ ἀνδρὶ τῷδε καὶ τεκοῦσά μοι τέκνα, εὐνῆς ἕκατι καὶ λέχους σφ᾽ ἀπώλεσας.

Back

Preview of the front of card 9

Card 10

Front

οὐκ ἔστιν ἥτις τοῦτ᾽ ἂν Ἑλληνὶς γυνὴ ἔτλη ποθ᾽, ὧν γε πρόσθεν ἠξίουν ἐγὼ γῆμαι σέ, κῆδος ἐχθρὸν ὀλέθριόν τ᾽ ἐμοί, λέαιναν, οὐ γυναῖκα, τῆς Τυρσηνίδος Σκύλλης ἔχουσαν ἀγριωτέραν φύσιν.

Back

Preview of the front of card 10